Wp/grc/Ὅμηρος

    From Incubator Plus 2.0
    < Wp‎ | grc
    Revision as of 13:35, 4 July 2019 by Ooswesthoesbes (talk | contribs) (1 revision imported: upload from wikia)
    (diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

    Ὅμηρος ἦν ὁ ποιητὴς ὁ ἀρχαιότατος καὶ εὐδοξότατος τῶν Ἑλληνικῶν. Οἱ Ἕλληνες οἱ ἀρχαῖοι ἐνόμιζον τὸν Ὅμηρον τὰ ποιήματα περὶ τῆς Ἀχιλλέως μήνεως καὶ περὶ τοῦ Ὀδυσσέως νόστου γεγραφέναι.

    Επιτομη ἐκ Ὀδυσσείας:
    Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
    πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·
    πολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
    πολλὰ δ' ὅ γ' ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
    ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
    ἀλλ' οὐδ' ὧς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
    αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
    νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
    ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
    τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν. Template:R