Wp/grc/Ξενοφῶν

< Wp‎ | grc

Ξενοφῶν, Γρύλου, Ἀθηναῖος, συγγραπεὺς ὢν τε καὶ φοιτῶν παρὰ τὸν Σωκράτη, ὃς πρῶτος ἔγραψε βίους φιλοσόφων καὶ ἀπομνημονεύματα. παῖδας ἔσχεν ἀπὸ Φιλησίας Γρύλον καὶ Διόδωρον, οἳ καὶ Διόσκουροι ἐκαλοῦντο: αὐτὸς δὲ Ἀττικὴ μέλιττα ἐπωνομάζετο. γέγονε δὲ συμφοιτητὴς Πλάτωνος καὶ ἤκμαζε κατὰ τὴν ἐνενηκοστὴν πέμπτὴν ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν 40, ὧν καὶ ταῦτα: Κύρου παιδείας βιβλία 8, Κύρου Ἀναβάσεως βιβλία 7, Ἑλληνικῶν βιβλία 7, Συμπόσιον, καὶ ἄλλα πολλά.